Προσευχή για αποτροπή χωρισμού, συμφιλίωση και αγάπη
Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν. (Αν δεν υπάρχει ιερέας, λέμε: «Δι' ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.»
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρις).
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τας ανομίας ημίν, Αγιε επίσκεψαι και ίασαι τας ασθαινείας ημών, ένεκεν του ονόματός Σου. Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν, και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά Σου, ελθέτω η Βασιλεία Σου, γεννηθήτω το θέλημά Σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Δι” ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν
Θεοτόκε Παρθένε, χαίρε, κεχαριτωμένη Μαρία, ο Κύριος μετά Σου, Ευλογημένη Συ εν Γυναιξί και Ευλογημένος ο Καρπός της κοιλίας Σου, ότι Σωτήρα έτεκες των ψυχών ημών.
Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.
Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιον του Παρακλήτου, Ανεδείχθης θεοφόρε Αρσένιε, και των θαυμάτων την χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, Πάτερ ’Οσιε Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω Βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Αυτώ Χριστώ τω Βασιλεί και Θεώ ημών.
ΨΑΛΜΟΣ 10ος
ΕΠΙ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; 2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. 3 ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε; 4 Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. 5 Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. 6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. 7 ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.
ΕΥΑΓΓΕΛΙΟΝ
Κατά Μάρκον, Κεφ. 10/1-12
1 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.
2 Καὶ προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶγυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωυσῆς;
4 Οἱ δὲ εἶπον· ἐπέτρεψε Μωυσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
5 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶνἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην·
6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός·
7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
8 Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ·
9 ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
10 Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν,
11 καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν·
12 καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται.
Δι' ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς.
Αμήν.
Σχόλια